125
᾿ῼδὴ
τῶν ἀναβαθμῶν.
ΕΝ
Τῼ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. 2
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν
τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν. 3 ἐμεγάλυνε Κύριος τοῦ
ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. 4 ἐπίστρεψον, Κύριε, τὴν
αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. 5 οἱ σπείροντες ἐν δάκρυσιν ἐν
ἀγαλλιάσει θεριοῦσι. 6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα
αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου