121
᾿ῼδὴ
τῶν ἀναβαθμῶν.
ΕΥΦΡΑΝΘΗΝ
ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. 2 ἑστῶτες ἦσαν οἱ πόδες
ἡμῶν ἐν ταῖς αὐλαῖς σου, ῾Ιερουσαλήμ. 3 ῾Ιερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς
ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου,
μαρτύριον τῷ ᾿Ισραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· 5 ὅτι ἐκεῖ
ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. 6 ἐρωτήσατε δὴ τὰ εἰς
εἰρήνην τὴν ῾Ιερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε· 7 γενέσθω δὴ εἰρήνη ἐν τῇ
δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς
πυργοβάρεσί σου. 8 ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ
εἰρήνην περὶ σοῦ· 9 ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου