ΣΑΒΒΑΤΟ 25 ΟΚΤΩΒΡΙΟΥ 2025 ΙΕΡΟΝ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ





 Σαββάτο 25 ΟΚΤΩΒΡΙΟΥ 2025

ΙΕΡΟΝ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μαρκιανοῦ καὶ Μαρτυρίου μαρτύρων (†355). Ταβιθᾶς, ἣν θανοῦσαν ἀνέστησεν ὁ ἀπόστολος Πέτρος.


ΚΑΤΑ ΛΟΥΚΑΝ Ζ´ 1 - 10


Θεραπεία τού δούλου τοῦ ἐκατόνταρχου


1 Ἐπεὶ δέ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. 2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο, 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλ’ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα. 


Ἀπόδοσις στή δημοτική


1 Ὄταν τελείωσε ὄλους τούς λόγους του πρός τόν λαό, πῆγε στήν Καπερναούμ.

2 Ὀ δοῦλος κάποιου ἐκατόνταρχου, πού ἦταν ἔμπιστός του, ἦταν ἄρρωστος καί κινδύνευε νά πεθάνει.

3 Ὅταν ὀ ἐκατόνταρχος ἄκουσε περί τοῦ Ἰησοῦ, ἔστειλε πρός αὐτόν πρεσβυτέρους τῶν Ἰουδαίων καί τόν παρακαλοῦσε νά ἔλθει νά σώσει τόν δοῦλο του.

4 Αὐτοί, ὄταν ἦλθαν στόν Ἰησοῦ, τόν παρακαλοῦσαν θερμᾶ καί τοῦ ἔλεγαν ὄτι ἀξίζει νά τοῦ τό κάνεις αὐτό,

5 γιατί ἀγαπᾶ τό ἔθνος μας, καί τή συναγωγή μας αὐτός τήν ἔκτισε.

6 Ὀ Ἰησοῦς πῆγε μαζί τους, καί ὄταν πλέον δέν ἀπεῖχε πολύ ἀπό τό σπίτι, ὀ ἐκατόνταρχος ἔστειλε φίλους πρός αὐτόν καί τοῦ ἔλεγε: Κύριε, μήν ἐνοχλεῖσαι, γιατί δέν εἶμαι ἄξιος νά μπεῖς κάτω ἀπό τή στέγη μου·

7 γιά αὐτό, οὔτε τόν ἐαυτό μου ἔκρινα ἄξιο νά ἔλθω πρός ἐσέ· ἀλλά εἰπέ μόνο ἔνα λόγο καί θά θεραπευθεῖ ὀ δοῦλος μου.

8 Ἄλλωστε, κι ἐγώ εἶμαι ἄνθρωπος, πού ὑποτάσσεται στήν ἐξουσία ἄλλων καί ἔχω στρατιῶτες ὑπό τίς διαταγές μου, καί λέω στόν ἔνα, πήγαινε καί πηγαίνει, καί στόν ἄλλον λέγω ἔλα καί ἔρχεται, καί στόν δοῦλο μου λέγω, κάνε τοῦτο καί τό κάνει.

9 Ὄταν ἄκουσε αὐτά ὀ Ἰησοῦς, τόν θαύμασε, καί στράφηκε στό πλῆθος πού τόν ἀκολουθοῦσε καί εἶπε: Σᾶς διαβεβαιώνω ὄτι οὔτε στόν Ἰσραήλ δέν βρῆκα τόση πίστη.

10 Καί ὄταν οἰ  ἀπεσταλμένοι ἐπέστρεψαν στό σπίτι, βρῆκαν τόν ἄρρωστο δοῦλο νά ὑγιαίνει.


Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ὑπό τήν Ἀποστολική Διακονία

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου